Ancient Greek
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ. >, Chapter 2
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 2.13
Not analysed yet
εἶναι δὲ τὸν κόσμον φησὶν κατὰ μουσικὴν ἁρμονίαν, διὸ καὶ τὸν ἤλιον ποιεῖσθαι τὴν περίοδον ἐναρμόνιον. περὶ δἐ τῶν ἐκ γῆς καὶ κόσμου γινομένων τάδε φασὶ λέγειν τὸν Ζαράταν· δύο δαίμονας εἶναι, τὸν μὲν οὐράνιον, τὸν δὲ χθόνιον· καὶ τὸν μὲν Χθόνιον ἀνιέναι τὴν γένεσιν ἐκ τῆς γῆς· εἶναι δὲ ὔδωρ, τὸν δὲ ούράνιον πῦρ μετέχον τοῦ ἀέρος, θερμὸν καὶ ψυχρόν· διὸ καὶ τούτων οὐδὲν ἀναιρεῖν οὐδὲ μιαίνειν φησὶ τὴν ψυχήν· ἐστὶ γὰρ ταῦτα οὐσία τῶν πάντων.