Ancient Greek · ~5 min
2.8 to 2.11
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 2.8-11
Not analysed yet
Γεγόνασιν οὖν οἱ πάντες ἀριθμοὶ ληφθέντες ἀπὸ γένους τέσσαρες (ἀριθμὸς δ' ἦν τὸ γένος ἀόριστος), ἀφ’ ὦν ὁ τέλειος αύτοῖς ἀριθμός, ἡ δεκάς· τὸ γὰρ ὲν δύο τρία τέσσαρα γίνεται δέκα, ἐὰν ἑκάστῳ τῶν ἀριθμῶν φυλάσσηται κατ’ οὐσίαν τὸ οἰκεῖον ὄνομα. ταύτην ὁ Πυθαγόρας ἴφη ἱερὰν τετρακτύν, πηγὴν ἀεννάου φύσεως [ὡς] ῥιζώματα ἔχουσαν« ἐν ἑαυτῇ, καὶ ἐκ τούτου τοῦ ἀριθμοῦ ἔχειν τοὺς ἀριθμοὺς τὴν ἀρχήν· ὁ γὰρ ἔνδεκα καὶ ὁ δώδεκα καὶ οἱ λοιποὶ τὴν ἀρχὴν τοῦ εἶναι ἐκ τοῦ δέκα μετέχουσι. ταύτης τῆς δεκάδος, τοῦ τελείου ἀριθμοῦ, τὰ τέσσαρα καλεῖται μέρη· ἀριθμός, μονάς, δύναμις, κύβος. ὡς καὶ ἐπιπλοκαὶ καὶ μίξεις πρὸς γένεσιν αὐξήσεως γίνονται, κατὰ φύσιν τὸν γόνιμον ἁριθμοὸν ἀποτελοῦσαι· ὄταν γὰρ δύναμις αὐτὴ ἐφ' ἑαυτὴν κυβισθῇ, γέγονε δυναμοδύναμις· ὂταν δὲ δύναμις ἐπὶ κύβον, <γέγονε δυναμόκυβος· ὅταν δὲ κύβος ἐπὶ γέγονε κυβόκυβος· ὡς γίνεσθαι τοὺς πάντας ἀριθμούς, ἐξ ὦν ἡ τῶν γινομένων γένεσις γίνεται, ἑπτά· ἀριθμόν, μονάδα, δύναμιν, κύβον, δυναμοδύναμιν, δυναμόκυβον, κυβόκυβον. οὑτος καὶ ψυχὴν ἀθάνατον εἶπε καὶ μετενσωμάτωσιν· διὸ ἔλεγεν ἑυατὸν πρὸ μὲν τῶν Τρωϊκῶν Αἱθαλίδην γεγονέναι, ἐν δὲ τοῖς Τρωϊ- κοῖς Εὔφορβον, μετὰ δὲ ταῦτα Ἑρμότιμον Σάμιον, μεθ’ ὅν Πύρρον Δήλιον, πέμπτον Πυθαγόραν.