Ancient Greek · ~2 min
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ. >, Chapter 2
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 2.12
Not analysed yet
Διόδωρος δὲ ὁ Ἐρετριεὺς καὶ Ἀριστόξενος ὁ μουσικός φασι πρὸς Ζαράταν τὸν Χαλδαῖον Χαλδαῖον Πυθαγόραν· τὸν δὲ ἐκθέσθαι αὐτῷ δύο εἶναι ἀπ' ἀπχῆς τοῖς οὖσιν αἴται, πατέρα καὶ μητέρα· καὶ πατέρα μὲν φῶς, μητέρα δὲ σκότος, τοῦ δὲ φωτὸς μέρη θερμόν, ξηρόν, κοῦφον, ταχύ· τοῦ δὲ σκότους ψυχρόν ὑγρόν, βαρύ, βραδύ· ἐκ δὲ τούτων πáντα τὸν κόσμον συνεστάναι, ἐκ θηλείας καὶ ἄρρενος.