Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 20
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 20.1-2
Not analysed yet
Ἐν Παρθένῳ τύπος· ὁράσει καλῇ, ὀφθαλμοῖς οὐ μεγάλοις, ἐπαφροδίτοις, μέλασιν, ὀρθοῖς συντεθειμένοις, ἱλαροῖς, κολυμβῶσιν. εἰσὶ δὲ λεπτοὶ σώματι, †ὑπὸ δὲ τοῦ ὄψει καλοῦ, τριχὶ καλῶς συντεθειμένῃ, μετώπῳ μεγάλῳ, ῥώθωνι προαλεῖ. οἱ αὐτοὶ φύσεως· εὐμαθεῖς, μέτριοι, ἐννοηταί, παιγνιώδεις, λόγιοι, βραδὺ λαλοῦντες, πολλὰ βουλευόμενοι, πρὸς χάριν εὐπαραίτητοι, ἡδέως πάντα παρατηροῦντες καὶ μαθηταὶ εὐφυεῖς, ἃ ἔμαθον κρατοῦσι, μέτριοι, ἐξουθενηταί, παιδ- ερασταί, συνήθεις, ψυχῇ μεγάλῃ, καταφρονηταί, πραγμάτων ἀμελεῖς, διδαχῇ προσέχοντες, καλλίονες ἐν ἄλλοις ἢ τοῖς ἰδίοις, πρὸς φιλίαν ὠφέλιμοι.