Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 19
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19
Not analysed yet
Ἐν Λέοντι τύπος· κεφαλῇ στρογγύλῃ, τριχὶ ὑποπύρρῳ, μετώπῳ μεγάλῳ ῥυσῷ, ὠτίοις παχέσι, τραχηλιῶται, ἐπὶ μέρει ὑποφάλακροι, πυρροί, ὀφθαλμοῖς γλαυκοῖς, μεγάλαις γνάθοις, στόματι παχεῖ, τοῖς ἐπάνω μέρεσι παχεῖς, στήθει μεγάλῳ, τοῖς ὑποκάτω μέλεσι λεπτοῖς. οἱ αὐτοὶ φύσεως· ἰδίας ἀποφάσεως, ἀσυγκέραστοι, ἀρέσκοντες ἐαυτοῖς, ὀργίλοι, θυμώδεις, καταφρονηταί, αὐθάδεις, μηδὲν βουλευόμενοι, †ἄναλοι, κακόσχολοι, συνήθεις, εἰς πράγματα ἀφροδισιακὰ ἐκκεχυμένοι, μοιχοί, ἀναιδεῖς, πίστει ἀναλήθεις, αἰτηταί, τολμηροί σκνιφοί, ἅρπαγες, ἀξιόλογοι, εἰς κοινωνίαν ὠφέλιμοι, εἰς φιλίαν ἀνωφελεῖς.