Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 20
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 20.5-2
Not analysed yet
ὁ γὰρ περὶ τῆς μήτρας αὐιῶν καὶ τοῦ ὄφεως λόγος καὶ <ὁ> ὀμφαλός, ὅπερ ἐστὶν ἀνδρεία, διαρρήδην οὕτως ἐστὶν ἐν τοῖς Βακχικοῖς τοῦ Ὀρφέως. τετέλεσται δὲ ταῦτα καὶ παραδέδοται ἀνθρώποις πρὸ τῆς Κελεοῦ καὶ Τριπτολέμου καὶ Δήμητρος καὶ Κόρης καὶ Διονύσου ἐν Ἐλευσῖνι τελετῆς, ἐν Φλιοῦντι τῆς Ἀττικῆς· πρὸ γὰρ τῶν Ἐλευσινίων μυστηρίων ἔστιν ἐν τῇ Φλιοῦντι #x003E; λεγομένης Μεγάλης ὄργια.