Ancient Greek · ~6 min
20.6 to 20.10
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 20.6-2-10
Not analysed yet
ἔστι δὲ παστὰς ἐν αὐτῇ, όὲ τῆς παστάδος ἐγγέγραπται μέχρι σήμερον ἡ τὰ τῶν] πάντων τῶν εἰρῃμένων λόγων ἰδέα. πολλὰ μὲν οὖν ἐστι τὰ ἐπὶ τῆς παστάδος ἐκείνης εγγεγραμμένα, περὶ ὡν Πλούταρχος ποιεῖται λόγους ἐν ταῖς πρὸς Ἐμπεδοκλέα δέκα βίβλοις· ἔστι δὲ τοῖς πλείοσι καὶ πρεσβύτης τις ἐγγεγραμμένος πολιὸς πτερωτὸς ἐντεταμένην ἔχων τὴν αἰσχύνην, γυναῖκα ἀποφεύγουσαν διώκων κυνοειδῆ. ἐπιrέrραπται δὲ ἐπὶ τοῦ Πρεσιqύτου· φάος ῥυέντας, ἐπὶ δὲ τῆς γυναικός· †περεηφικόλα. ἔοικε δὲ εἶναι κατὰ τὸν Σηθιανῶν λόγον ὁ φάος φάος τ· ὸ φῶς, τὸ σκοτεινὸν ὕδωρ όὲ ὴ φικόλα, τὸ όὲ ἐν μέσῳ τούτων διάστημα ἁρμονία πνεύματος μεταξὺ τεταγμένου. τὸ δὲ ὄνομα τοῦ φάος ῥυέντου τὴν ῥύσιν ἄνωθεν τοῦ φωτός, ὡς λέγουσι, δηλοῖ κάτω. ὥστε εὐλόγως ἄν τις εἰποι τοὺς Σηθιανοὺς ἐγγύς που τελεῖν παῥ αὐτπῖς τὰ τῆς Μεγάλης †Φλοιᾶς ἰονόργια. τῇ δὲ διαιρέσει τῇ τριχῇ τριχῇ μαρτυρεῖν ἔοικε καὶ ὁ ποιητὴς λέγων· τριχθὰ δὲ πάντα δέδασται, ἕκαστα δ᾿ ἔμμορε τιμῆς· τουτέστι τῶν τριχῆ διῃρημένων ἕκαστον εἴληφε δύναμιν. καὶ τὸ ὕδωρ δὲ τὸ ὑποκείμενον κάτω σκοτεινὸν ὅτι δέδυκε τὸ φῶς, καὶ ἀνακομίσασθαι καὶ λαβεῖν ἄνωθεν δεῖ τὸν κατενηνεγμένον σπινθῆρα ἀπ᾿ αὐτοῦ, οὕτως ἐοίκασιν οἱ πάνσοφοι Σαρδιανοὶ παρ’ ῾Ομήρου λαβόντες λέγειν· ἴστω γὰρ —φησί —τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὃς τε μέγιστος ὅρχος δεινότατός τε πέλει μακάρεσσι θεθῖσι· τουτέστιν ἀποτρόπαιόν τι καὶ φρικτὸν οἱ θεοὶ καθ’ Ὅμηρον εἰναι τὸ ὕδωρ νομίξουσιν, ὅπερ ὁ λόγος τῶν Σηθιανῶν φοβερὸν εἶναί φησι τω νοι.