Ancient Greek · ~7 min
21.1 to 21.7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 21.1-2-7
Not analysed yet
Ταῦτ᾿ ἐστὶν ἃ λέγουσι καὶ τοιούτοις παραπλήσια ἐν ἀπείροις συγγράμμασι· πείθουσι δὲ ἐντυγχάνειν τῷ περὶ κράσεως καὶ μίξεως λόγῳ τοὺς μαθητευομένους, ὃς μεμελέτηται πολλοῖς, ἀλλὰ τῷ περιπατητικῷ. λέγουσιν οὐν οἱ Σαρδιανοὶ τὸν περὶ κρὰσεως καὶ μίξεως λόγον συνεστάναι τῷδε τῷ τρόπῳ· τὴν ἀκτῖνα τὴν φωτεινὴν ἄνωθεν ἐγκεκρᾶσθαι, καὶ τὸν σπινθῆρα τὸν ἐλάχιστον ἐν τοῖς σκοτεινοῖς ὕδασι κάτω καταμεμῖχθαι λεπτῶς καὶ συνηνῶσθαι καὶ γεγονέναι ἐν ἐνὶ φυράματι, ὡς μίαν ὀσμὴν έκ πολλῶν καταμεμιγμένων ἐπὶ τοῦ πυρὸς θυμιαμάτων· καὶ δεῖ τὸν ἐπισήμονα, τῆς ὀσφρήσεως ἔχοντα κριτήριον ἀαγές, ἀπὸ τῆς μιᾶς τοῦ θυμιάματος ὀσμῆς διακρίνειν λεπτῶς ἔκαστον τῶν καταμεμιγμένων μένων ἐπὶ τοῦ πυρὸς θυμιαμάτων, οἱονεὶ στύρακα καὶ σμύρναν καὶ λίβανον ἢ ἤ εἴ ἄλλο εἴη μεμιγμένον. χρῶνται δὲ καὶ ἑτέροις παραδείγμασι λέγοντες καταμεμῖχθαι καὶ χρυσίῳ χαλκόν, καὶ τέχνη τις εὕρηται ὴ διακρίνουσα τὸν χαλκὸν ἀπὸ τοῦ χρυσίου. ὁμοίως όὲ κἂν ἐν ἀργύρῳ κασσίτερος ἢ χαλκὸς ἤ τι τῶν όμογενῶν καταμεμιγμένον εὑρεθῇ, μίἔεώς τινι τέχνῃ κρείττονι καὶ ταῦτα διακρίνεται. ἤδη δέ τις καὶ ὔδωρ μεμιγμένον οἴνῳ διακρίνει. οὕτω. φασί, καὶ [κἂν] πάντα τὰ συγκεκραμένα διακρίνεται. καὶ δὴ ἀπὸ τῶν ςῴων, φησί, καταμάνθανε. τελευτήσαντος γὰρ τοῦ δῴου ἕκαστα διακρίνεται, καὶ λυθέντων οὕτω τὸ ζῷον ἀφανίςετοι. τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· »οὐκ ἦλθον ἠλθον βαλεῖν ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν«· τοῦτ᾿ ἐοτὶ τὸ διχάσαι καὶ χωρίσαι τὰ συγκεκραμένα. διχάζεται γὰρ καὶ διακρίνεται ἐ̔καστα τῶν συγκεκραμένων οὶκείου χωρίου τυχόντα. ὡς γάρ ἐστι χωρίον συγκράσεως τοῖς ζῴοις ἅπασιν ἔν, οὕτω καὶ τῆς διακρίσεως καθέστηκεν ἴν, ὅ οἶδεν οὐδείς, φησίν, ἢ μόνοι ἠμεῖς, οἱ ἀναγεννώμενοι πνευματικοὶ οὐ σαρκικοί, ὦν ἐστι τὸ πολίτευμα ἐν οὐρανοῖς‘ ἄνω. οὕτω παρεισδύοντες διαφεθείρουσι τοὺς τοὺς ὁτὲ μὲν ἀποχρώμενοι ῥητοῖς, εἰς ὅ θέλουσι συνάrοντες κακώς τὰ καλῶς εἰρημέναι, φωλεύουσί τε τὸ ἑαυτῶν ἀδίκημα διὰ παραβολῶν ὧν βούλονται.