Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 21
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 21.1-3
Not analysed yet
Ἐπεὶ <οὖν> οὐδὲν <ἦν> οὐχ οὐδία, οὐκ οὐσία, οὐκ οὐχ ἁπλοῦν, οὐ σύνθετον, οὐκ †ἀνόητον, οὐκ ἀναίσθητον, οὐκ ἄνθρωπος, οὐκ ἄγγελός, οὐ θεός, οὐδὲ ὅλως τι τῶν ὄνομαζομένων ἣ δι αἰσθήσεως λαμβανομένων ἢ νοητῶν πραγμάτων, ἀλλ᾿ οὕτω καὶ ἔτι λεπτομερεστέρως πάντων ἁπλῶς περιγεγραμμένων, <ὁ> οὐκ ὢν ὂν Ἀριστοτέλης καλεῖ νόησιν νοήσεως, οὗτοι δὲ οὐκ ὄντα, ἀνοήτως, ἀναισθήτως, ἀβούλως, ἀπροαιρέτως, ἀπαθῶς, ἀνεπιθυμήτως κόσμον ἠθέλησε ποιῆσαι.