Ancient Greek · ~5 min
ΒΙΒΛΟΝ Ζ, Chapter 20
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 20
Not analysed yet
Βασιλείδης τοίνυν καὶ Ισίδωρος, ὁ Βασιλείδου παῖς γνήσιος καὶ μαθητής, φησὶν εἰρηκέναι Ματθίαν αὐτοῖς λόγους ἀποκρύφους, οὓς ἤκουσε παρὰ τοῦ σωτῆρος κατ᾿ ἰδίαν διδαχθείς. ἴδωμεν οὖν πῶς καταφανῶς Βασιλείδης ὁμοῦ καὶ Ἰσίδωρος καὶ πᾶς ὀ τούτων χορὸς οὐχ ἁπλῶς καταψεύδεται μόνου Ματθίου, ἀλλὰ γὰρ καὶ τοῦ σωτῆρος αὐτοῦ. ἦν, φησίν, ὅτε ἦν οὐδέν, ἀλλ’ οὐδὲ τὸ οὐδὲν ἦν τι τῶν ὄντων, ἀλλὰ ψιλῶς καὶ ἀνυπονοήτως δίχα παντὸς σοφίσματος ἦν ὅλως οὐδὲ ἕν. ὅταν δὲ λέγω, φησί, τὸ ἦν, οὐχ ὅτι ἦν λέγω, ἀλλ’ ἵνα σημάνω τοῦτο ὅπερ βούλομαι δεῖξαι, λέγω, φησίν, ὅτι ἦν ὅλως οὐδέν. ἔστι γάρ, φησίν. ἐκεῖνο οὐχ ἁπλῶς ἄρρητον, <ὅ> ἄρρητον γοῦν αὐτὸ καλοῦμεν, ἐκεῖνο δὲ οὐδὲ ἄρρητον· καὶ γὰρ τὸ οὐδ’ ἄρρητον οὐκ ἄρρητον ὀνομέεται, ἀλλὰ ἔστι, φησίν, ὑπεράνω παντὸς ὀνόματος ὀνομαζομένου. οὐδὲ γὰρ τῷ κόσμῳ, φησίν, ἐξαρκεῖ τὰ ὀνόματα, οὕτως ἐστὶ πολυσχιδής, ἀλλὰ ἐπιλέλοιπε· καὶ οὐ δέχομαι, φησί, κατὰ πάντων εὑρεῖν κυρίως ὀνόματα, ἀλλὰ δεῖ τῇ διανοίᾳ †αὐτοῖς ὀνόματα τῶν ὀνομαζομένων τὰς ἰδιότητας ἀρρήτως ἐκλαμβάνειν. ἡ γὰρ ὁμωνυμία ταραχὴν ἐμπεποίηκε καὶ πλάνην τῶν πραγμάτων τοῖς ἀκροωμένοις. τοῦτο πρῶτον σθετέρισμα καὶ κλέμμα τοῦ Περιπάτου λαβόντες ἀπατῶσι τὴν ἄνοιαν τῶν συναγελαζομένων μένων ἅμα αὐτοῖς· πολλαῖς γὰρ γενεαῖς Ἀριστοτέλης Βασιλείδου γεrενημένος πρότερος τὸν περὶ τῶν ὁμωνύμων ἐν ταῖς Κατηγορίαις καταβέβληται λόγον, ὃν ὡς ἴδιον οὗτοι καὶ καινόν τινα καὶ τῶν Ματθίου λόγων κρυφίων τινὰ †ἐνδιασαφοῦσιν.