Ancient Greek
ΒΙΒΛΟΝ Ζ, Chapter 21
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 21.3-2
Not analysed yet
τὸ δὲ σπέρμα τοῦ κόσμου πάντα εἶχεν ἐν ἑαυτῷ, ὡς ὁ τοῦ σινάπεως κόκκος ἐν ἐλαχίστῳ συλλαβὼν ἔχει πάντα ὁμοῦ, τὰς ῥίζας, τὸ πρέμνον, τοὺς κλάδους, τὰ φύλλα τὰ ἀνεξαρίθμητα, σπέρματα τῶν κόκκων τὰ ἀπ)ὸ τοῦ φυτοῦ γεννώμενα, σπέρματα πάλιν ἄλλων καὶ ἄλλων πολλάκις φυτῶν κεχυμένα. οὕτως <ὁ> οὐκ ὢν θεὸς ἐποίησε κόσμον οὐκ ὄντα ἐξ οὐκ ὄντων, καταβαλόμενος καὶ ὑποστήσας σπέρμα τι ἓν ἔχον πᾶσαν ἐν ἑαυτῷ τὴν τοῦ κόσμου πανσπερμίαν. ἵνα δὲ καταφανέστερον ποιήσω τοῦτο ὅπερ ἐκεῖνοι λέγουσι· καθάπερ ᾠὸν ὄρνιθος εὐποικίλου τινὸς καὶ πολυχρωμάτου, οἱονεὶ τοῦ ταῶνος ἢ ἄλλου τινὸς ἔτι μᾶλλον πολυμόρφου καὶ πολυχρωμάτου, ὲν ὃν ὅμως ἔχει ἐν ἑαυτῷ πολλὰς οὐσιῶν πολυμόρφων καὶ πολυχρωμάτων καὶ πολυσυστάτων ἰδέας, οὕτως ἔχει τὸ καταβληθέν, φησίν, ὑπὸ τοῦ οὐκ ὄντος θεοῦ οὐκ ὂν σπέρμα <πανσπερμίαν> τοῦ κόσμου ὁμοῦ καὶ πολυούσιον.