Ancient Greek
ΒΙΒΛΟΝ Ζ, Chapter 22
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 22.1-3
Not analysed yet
πάντα οὐν, ὅσα ἔστιν εἰπεῖν καὶ ἔτι μὴ εὑρόντα παραλιπεῖν, ὅσa τῷ μέλλοντι κόσμῳ γενέσθαι ἀπὸ τοῦ σπέρματος ἔμελλεν ἁρμόζειν ἀναγκαίως καιροῖς ἰδίοις κατὰ προσθήκην αὐξανομένῳ ὑπὸ τηλικούτου καὶ τοιούτου θεοῦ, ὁποῖον οὐκ εἰπεῖν οὐ<δὲ> νοήσει γέγονε χωρῆσαι ἡ κτίσις, [καὶ] ἐνυπῆρχε τεθησαυρισμένα τῷ σπέρματι, καθάπερ νεογενεῖ παιδίῳ ὀδόντας ὕοτερον ὁρῶμεν καὶ πατρικὴν προσγενέσθαι οὐσίαν καὶ φρένας καὶ ὅσα παραυξανομένῳ ἐκ νέου κατὰ μικρὸν ἀνθρώπῳ ἃ μὴ πρότερον ἦν γίνεται.