Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 22
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 22.13
Not analysed yet
ἀλλὰ ὥσπερ ἐστὶ παρὰ φύσιν καὶ ὀλέθριος τοῖς ἰχθύσιν ἀὴρ καθαρὸς καὶ ξηρός, οὕτω τῷ πνεύματι τῷ ἁγίῳ ἠν παρὰ φύσιν ἐκεῖνο τὸ ἀρρήτων ἀρρητότερον καὶ πάντων ἀνώτερον ὀνομάτων τοῦ οὐκ ὄντος ὁμοῦ θεοῦ χωρίον καὶ τῆς υἱότητος. κατέλιπεν οὐν αὐτὸ πλησίον #x003E; υἱότης ἐκείνου τοῦ μακαρίου καὶ νοηθῆναι μὴ δυναμένου μὴ] μηδὲ καρακτηρισθηῆναί τινι λόγῳ χωρίου, οὐ παντάπασιν ἔρημον οὐδὲ ἀπηλλαγμένον τῆς υἱότητος·