Ancient Greek
ΒΙΒΛΟΝ Ζ, Chapter 22
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 22.14
Not analysed yet
ἀλλὰ γὰρ ὥσπερ εἰς ἄγγος ἐμβληθὲν μύρον εὐωδέστατον εἰ καὶ ὅτε μάλιστα ἐπιμελῶς ἒκκενωθείη, ὅμως ὀδμή τις ἔτι μένει τοῦ μύρου καὶ καταλείπεται, κἂν ᾐ κεχωρισμένον τοῦ ἀγγείου, καὶ μύρου ὂσμὴν τὸ ἀγγεῖον #x003E; εἰ καὶ μὴ μύρον, οὕτως τὸ πνεῦμα τὸ ἅγιον μεμένηκε τῆς υἱότητος ἄμοιρον καὶ ἀπηλλαγμένον, ἔχει δὲ ἐν ἑαυτῷ μύρου παραπλησίως τὴν δύναμιν, <τῆς υἱότητος τὴν> ὀσμήν· καὶ τοῦτό ἐστι ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα τὸν Ἀαρών«, ἡ ἀπὸ τοῦ πνεύματος τοῦ ἁγίου φερομένη ὀσμὴ ἄνωθεν κάτω μέχρι τῆς ἀμορφίας καὶ τοῦ διαστήματος τοῦ καθ’ ἡμας· ὅθεν ἤρξατο ἀνελθεῖν ἡ υἱότης οἱονεὶ ἐπὶ πτερύγων ἀετοῦ, φησί, καὶ τῶν μεταφρένων ἐνεχθεῖσα. σπεύδει γάρ, φησί, πάντα κάντα ἄνω, ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα· οὐδὲν δὲ οὕτως †ἀνόητόν ἐστι τῶν <ἐν> τοῖς κρείττοσιν, ἵνα μὴ κατέλθῃ κάτω. ἡ δὲ τρίτη υἱότης, φησίν, ἡ ἀποκαθάρσεως δεομένη μεμένηκεν <ἐν> τῷ μεγάλῳ τῆς σωρῷ εὐεργετοῦσα καὶ εὐεργετουμένη. τίνα δὲ τὸν τρόπον εὐεργετεῖται καὶ εὐεργετεῖ, ὕστερον ἐροῦμεν κατὰ τὸν οἰκεῖον αὐτοῦ γενόμενοι λόγον.