Ancient Greek · ~2 min
22.4 to 22.5
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 22.4-5
Not analysed yet
οἶς ἀκόλουθον καὶ τὸν περὶ τῶν σοφῶν ἀνδρῶν πεποίηται λόγον, λέγων τὸ τέλος τῆς σοφίας εἶναι ἡδονήν. ἄλλοι δὲ ἄλλως τὸ ὄνομα τῆς ἡδονῆς ἐξέλαβον· οἱ μὲν γὰρ τὴν κατὰ τὰς θνητὰς ἐπιθυμίας, οἱ δὲ τὴν ἐπὶ τῇ ἀρετῇ ἡδονήν. τὰς δὲ ψυχὰς τῶν ἀνθρώπων λύεσθαι ἄμα τοῖς σώμασιν, ὥσπερ καὶ συγγεννᾶσθαι αὐτοῖς τίθεται· αἷμα γὰρ αὐτὰς εἶναι, οὗ ἐξελθόντος ἣ τραπέντος ἀπόλλυσθαι ὅλον ἄνθρωπον· ᾧ ἀκολουθεῖ μήτε κρίσεις εἶναι ἐν Ἅιδου μήτε δικαστήρια, ὡς ὅ τι ἂν δράσῃ τις ἐν τῷ βίῳ τούτῳ καὶ διαλάθῃ ἀνεύθυνον εἶναι παντελῶς. οὕτως οὐν καὶ ὁ Ἐπίκουρος.