Ancient Greek · ~3 min
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ. >, Chapter 23
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 23
Not analysed yet
Ἄλλη δὲ αἵρεσις φιλοσόφων ἐκλήθη Ακαδημαϊκή, διὰ τὸ ἐν τῇ Ἀκαδημίᾳ τὰς διατριβὰς αὐτοὺς ποιεῖσθαι, ὠν ἄρξας ὁ Πύρρων, ἀφ’ οὗ Πυρρώνειοι ἐκλήθησαν φιλόσοφοι, τὴν ἀκαταληψίαν ἁπάντων πρῶτος εἰσήγαγεν, ὡς ἐπιχειρεῖν μὲν εἰς ἑκάτερα, μὴ μέντοι ἀποφαίνεσθαι μηδέν. οὐδὲν γὰρ εἶναι οὔτε τῶν νοητῶν οὔτε τῶν αἰσθητῶν ἀληθές, ἀλλὰ δοκεῖν τοῖς ἀνθρώποις οὕτως ἔχειν. ῥευστήν τε εἶναι τὴν οὐσίαν πᾶσαν καὶ μεταβλητὴν καὶ μηδέποτε ἐν τῷ αὐτῶ μένειν. οἱ μὲν οὖν τῶν Ἀκαδημαϊκῶν λέγουσιν μὴ δεῖν τὴν ἀρχὴν περὶ μηδενὸς ἀποφαίνεσθαι, ἀλλ᾿ ἁπλῶς ἐπιχειρήσαντας ἐᾶν. οἱ δὲ τὸ <οὐ> μᾶλλον προσέθεσαν, λέγοντες οὐ μᾶλλον τὸ πῦρ <πῦρ> εἶναι ἢ τι. οὐ μέντοι ἀπεφήναντο αὐτὸ <τὸ> τί ἐστιν, ἀλλὰ τὸ τοιόνδε.