Ancient Greek · ~5 min
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 23
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 23-3
Not analysed yet
Τοῖς δὲ βουλομένοις τῇ αἰρέσει μαθητεύειν οὐκ εὐθέως τὰς παραδόσεις ποιοῦνται, δἰ μὴ πρότερον δοκιμάσωσιν, ἐπ᾿ ἐνιαυτὸν δὲ τὰς ὁμοίας τροφὰς παρατιθέασιν ἔξω τῆς ἑαυτῶν σ(υνό)δου οὖσιν ἐν ἑτέρῳ οικῳ, ἀξινάριόν τε καὶ τὸ λινοῦν περίζωμα καὶ λευκὴν ἐσθῆτα δόντες. ἐπειδὰν τούτῳ τῷ χρόνῳ πεῖραν ἐγκρατείας δῷ. πρόσεισιν ἔγγιον τῇ διαίτῃ, καὶ καθαρωτέρως ἀπολ(ούεται) ἢ τὸ πρότερον· οὐδέπω δὲ σὺν αὐτοῖς τροφῆς μεταλαμβάνει. μετὰ γὰρ τὸ δεῖξαι εἰ ἐγκρατεύεσθαι δύναται, ἐπὶ ἔτη ἄλλα δύο δοκιμάζεται τοῦ τοιούτου γὰρ] τὸ ἦθος, καὶ φανεὶς ἄξιος οὕτως εἰς αὐτοὺς κρίνεται. πρὶν δὲ αὐτοῖς συνεστιαθῇ, ὅρκοις φρικτοῖς ὁρκίζεται, πρῶτον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώπους δίκαια φυλάξειν καὶ κατὰ μηδένα τρόπον ἀδικήσειν τινά, μηδένα δὲ μήτε ἀδικοῦντα μήτε ἐχθρὸν μισήσειν, προσεύχεσθαι δὲ ὑπὲρ αὐτῶν, συναγωνίζεσθαι αὐτὸν τοῖς δικαίοις, τὸ πιστὸν πᾶσι παρέξειν, μάλιστα τοῖς κρατοῦσιν· οὐ γὰρ δίχα θεοῦ συμβάινειν τινὶ τὸ ἄρχειν· κἂν αὐτὸς ἄρχῃ, μηδέποτε ὑπερηφανεύσασθαι ἐν ἐξουσίᾳ μηδὲ ἀπειὡμώσει θήσειν ἢ τινι κόσμῳ πλεῖον τοῦ ἔθους χρήσασθαι· φιλαλήθη δὲ εἶναι, τὸν δὲ ψευδόμενον ἐλέγχειν, μηδὲ κέπτειν μηδὲ συνείδησιν ἐπὶ ἀνόμῳ κέρδει μολύνειν, μηδὲν ἀποκρύπτειν τοὺς συναιρεοιώτας, ἑτέροις δὲ μηδὲν ἐξειπεῖν, κἂν μέχρι θανάτου τις βιάζηται. πρὸς τούτοις ὄμνυσι μηδενὶ μεταδοῦναι τῶν δογμάτων ἑτέρως ἢ ὡς αὐτὸς μετέλαβε.