Ancient Greek · ~3 min
23.1 to 23.3
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 23.1-3-3
Not analysed yet
Ἐπεὶ οὖν γέγονε πρώτη καὶ δευτέρα ἀναδρομὴ τῆς υἱότητος καὶ μεμένηκεν αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον τὸν εἰρημένον τρόπον, στερέωμα τῶν ὑπερκοσμίων καὶ τοῦ κόσμου μεταξὺ τεταγμένον —διῄρηται γὰρ ὑπὸ Βασιλείδου τὰ ὄντα εἰς δύο τὰς προσεχεῖς καὶ πρώτας διαιρέσεις, καὶ καλεῖται κατ᾿ αὐτὸν τὸ μέν τι κόσμος, τὸ δέ τι ὑπερκόσμια, τὸ δὲ μεταξὺ τοῦ κόσμου καὶ τῶν ὑπερκοσμίων μεθόριον πνεῦμα τοῦτο, ὅπερ ἐστὶ καὶ ἅγιον καὶ τῆς υἱότητος ὲ́χει μένουσαν ἐν ἑαυτῷ τὴν ὀσμήν —· ὄντος οὖν τοῦ στερεώματος, ὅ ἐστιν ὑπεράνω τοῦ οὐρανοῦ, διέσφυξε καὶ ἐγεννήθη ἀπὸ τοῦ κοσμικοῦ σπέρματος καὶ τῆς πανσπερμίας τοῦ σωροῦ ὁ μέγας ἄρχων, ἡ κεφαλὴ τοῦ κόσμου, κάλλος τι καὶ μέγεθος καὶ δύναμις λαληθῆναι μὴ δυναμένη. ἀρρήτων γάρ, φησίν, ἐστὸν ἀρρητότερος καὶ δυνατῶν δυνατώτερος καὶ σοφῶν σοφώτερος καὶ ὅ τι ἂν εἴπῃς πάντων τῶν καλῶν κρείττων.