Ancient Greek
23.5 to 23.7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 23.5-7
Not analysed yet
νομίσας οὖν αὐτὸς εἶναι κύριος καὶ δεσπότης καὶ σοφὸς ἀρχιτέκτων τρέπεται εἰς τὴν καθ᾿ ἕκαστα κτίσιν τοῦ κόσμου. καὶ πρῶτον μὲν ἠξίωσε μὴ εἶναι μόνος, ἀλλὰ ἐποίησεν ἑαυτῷ καὶ ἐγέννησεν ἐκ τῶν ὑποκειμένων υἱὸν ἑαυτοῦ πολὺ κρείττονα καὶ σοφώτερον. ταῦτα γὰρ ἦν πάντα προβεβουλευμένος ὁ οὐκ ὢν θεός, ὅτε τὴν πανσπερμίαν κατέβαλεν. ἰδὼν οὖν τὸν υἱὸν ἐθαύμασε καὶ ἠγάπησε καὶ κατεπλάγη· τοιοῦτον γάρ τι κάλλος ἐφαίνετο υἱοῦ τῷ μεγάλῳ ἄρχοντι· καὶ ἐκάθισεν αὐτὸν ἐκ δεξιῶν ὁ ἄρχων. αὕτη ἐστὶν ἡ κατ᾿ αὐτοὺς ὀγδοὰς λεγομένη, ὅπου ἐστὶν ὁ μέγας ἄρχων καθήμενος. πᾶσαν οὖν τὴν ἐπουράνιον κτίσιν, τουτέστι τὴν αἰθέριον, αὐτὸς εἰργάσατο ὁ δημιουργὸς ὁ μέγας σοφός· ἐνήτγει δὲ αὐτῷ καὶ ὑπετίθετο ὁ υἱὸς ὁ τούτου γενόμενος, ὢν αὐτοῦ τοῦ δημιουργοῦ πολὺ σοφώτερος.