Ancient Greek · ~2 min
24.1 to 24.2
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 24.1-4-2
Not analysed yet
Αὕτη ἐστὶν ἡ κατὰ Ἀριστοτέλην σώματος φυσικοῦ ὀργανικοῦ ἐντελέχεια, ψυχὴ ἐνεργοῦσα τῷ σώματι, ἡς δίχα τὸ σῶμα ἐργάζεσθαι οὐδὲν δύναται, μεῖζον καὶ ἐπιφανέστερον καὶ δυνατώτερον καὶ σοφώτερον τοῦ σώματος. ὃν λόγον οὖν Ἀριστοτέλης ἀποδέδωκε περὶ τῆς ψυχῆς καὶ τοῦ σώματος πρότερος, Βασιλείδης περὶ τοῦ μεγάλου ἄρχοντος καὶ τοῦ κατ᾿ αὐτὸν υἱοῦ διασαφεῖ. τόν τε γὰρ υἱὸν ὁ ἄρχων κατὰ Βασιλείδην γεγέννηκεν, τήν τε ψυχὴν ἔργον καὶ ἀποτέλεσμά ὥς] φησιν εἶναι ὁ Ἀριστοτέλης, φυσικοῦ σώματος ὀργανικοῦ έντελέ- χειαν. ὡς οὖν ἡ ἐντελέχεια διοικεῖ τὸ σῶμα, οὕτως ὁ υἱὸς διοικεῖ κατὰ Βασιλείδην τὸν ἀρρήτων ἀρρητότερον θεόν.