Ancient Greek
ΒΙΒΛΟΝ Ζ, Chapter 24
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 24.3-3
Not analysed yet
πάντα οὖν ἐστι προνοούμενα καὶ διοικούμενα ὑπὸ τῆς ἐντελεχείας τοῦ ἄρχοντος τοῦ μεγάλου τὰ αἰθέρια, ἅντινα μέχρι σελήνης ἐστίν· ἐκεῖθεν γὰρ ἀὴρ αἰθέρος διακρίνεται. κεκοσμημένων οὖν πάντων τῶν αἰθερίων πάλιν ἀπὸ τῆς πανσπερμίας ἄλλος ἄρχων ἀνέβη, μείζων μὲν[τοι] πάντων τῶν ὑποκειμένων χωρὶς μέντοι τῆς καταλελειμμένης υἱότητος, πολὺ δὲ ὑποδεέστερος τοῦ πρώτου ἄρχοντος. ἔστι δὲ καὶ οὑτος ἄρρητος ὑπ’ αὐτῶν λεγόμενος.