Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 25
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 25.1-2
Not analysed yet
Ἐπεὶ οὖν τετέλεσται κατ᾿ αὐτοὺς ὁ κόσμος ὅλος καὶ τὰ ὑπερκοσμια καὶ ἔστιν ἐνδεὲς οὐδέν, λείπεται δὲ ἐν τῇ πανσπερμίᾳ ἡ υἱότης ἡ τρίτη, ἡ καταλελειμμένη εὐεργετεῖν καὶ εὐεργετεῖσθαι ἐν τῷ σπέρματι, καὶ ἴδει τὴν ὑπολελειμμένην υἱότητα ἀποκαλυφθῆναι καὶ ἀποκατασταθῆναι ἄνω ἐκεῖ ὑπὲρ τὸ μεθόριον πνεῦμα πρὸς τὴν υἱότητα τὴν λεπτομερῆ καὶ μιμητικὴν καὶ τὸν οὐκ ὄντα, ὡς γέγραπται, φησί· »καὶ ἡ κτίσις αὐτὴ συστενάζει καὶ συνωδίνει τὴν ἀποκάλυψιν τῶν 25 υἱῶν τοῦ θεοῦ ἐκδεχομένη«.