Ancient Greek · ~2 min
25.2 to 25.3
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 25.2-2-3
Not analysed yet
υἱοὶ δέ, φησίαν, ἐσμὲν ἡμεῖν οἱ πνευ- ματικοί, ἐνθάδε καταλελειμμένοι διακοσμῆσαι καὶ διατυπῶσαι καὶ διορθώσασθαι καὶ τελειῶσαι τὰς ψυχὰς κάτω φύσιν ἐχούσας μένειν ἐν τούτῳ τῷ διαστήματι. »μέχρι μὲν οὖν Μωσέως ἀπὸ Ἀδὰμ ἐβασίλευσεν ἡ ἁμαρτία«, καθὼς γέγραπται· ἐβασίλευσε γὰρ ὁ μέγας ἄρχων ὁ ἔχων τὸ τέλος αὐτοῦ μέχρι στερεώματος, νομίζων αὐτὸς εἶναι θεὸς μόνος καὶ ὑπὲρ αὐτὸν εἶναι μηδέν· πάντα γὰρ ἠν φυλασσόμενα ἀποκρύφῳ σιωπῇ. τοῦτο, φησίν, ἐστὶ τὸ μυστήριον, ὃ ταῖς προτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, ἀλλὰ ἦν ἐν ἐκείνοις τοῖς χρόνοις βασιλεὺς καὶ κύριος, ὡς ἐδόκει, τῶν ὅλων ὁ μέγας ἄρχων, ἡ ὀγδοάς.