Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 25
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 25.4
Not analysed yet
οὐ παύσεται οὐν οὔτε τὸ νεῖκος τὸν κόσμον διαιροῦν οὔτε ἡ φιλία τὰ τῷ τῷ κόσμῳ προσνέμουσα. #x003E; τίς ἐστιν, ὡς κατὰ Πυθαγόραν ἡ τοῦ κόσμου διανομή. λέγει δὲ Πυθαγόρας εἶναι ἀπορραγάδας τοῦ ἡλίου τοὺς ἀστέρας, καὶ τὰς ψυκὰς τῶν ζῴων ἀπὸ τῶν ἄστρων φέρεσθαι· εἶναι δὲ αὐτὰς θνητὰς μέν, ὅταν ὦσιν ἐν τῷ σώματι, οἱονεὶ ἐγκατορωρυγένας ὡς ἐν τάφω, άνίστασθαι δὲ καὶ γίνεσθαι ἀθανάτους, ὅταν τῶν σωμάτων ἀποβῶμεν. ὅθεν ὁ Πλάτων ἐρωτηθεὶς ὑπό τινος· τί ἐστι φιλοσοφία; ἔφη· χωρισμὸς ψυχῆς ἀπὸ σώματος.