Ancient Greek · ~2 min
26.1 to 26.2
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 26.1-3-2
Not analysed yet
Πυθαγόρου καὶ τούτου τῶν λόγων γενόμενος μαθητής, ἐν οἶς λἐγει καὶ δι᾿ αἰνιγμάτων καὶ τοιούτων λόγων]· ἐκ τῆς ἰδίης ἐὰν ἀποδημῇς, μὴ ἐπιστρέφου· εἰ δὲ μή, Ἑριννύες Δίκης ἐπίκουροί σε μεελεύσονται«· ίδίην καλῶν τὸ σῶμα, Ἑριννύσς δὲ τὰ πάθη. ἐὰν οὖν, φησίν, ἀποδημῇς, τουτέστιν ἐὰν ἐξέρχῃ ἐκ τοῦ σώματος, μὴ αὐτοῦ ἀντιποιοῦ· ἐὰν δὲ άντιποιήσῃ, πάλιν σε τὰ πάθη καθείρξουσιν εἰς σῶμα. εἶναι γὰρ οὖτοι τῶν ψυχῶν μετενσωμάτωσιν νομίξουσιν, ὡς καὶ ὀ ‘Εμπεσοκλῆς πυθαγορίξων λέγει.