Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 25
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 25.4-2
Not analysed yet
ἠν δὲ καὶ τούτου τοῦ διαστήματος βασιλεὺς καὶ κύριος ἡ ἑβδομάς, καὶ ἔστιν ἡ μὲν ὀγδοὰς ἄρρητος, ῥητὸν δὲ ἡ ἐβδομάς. οὑτός ἐστι φησίν, ὁ τῆς ἑβδομάδος ἄρχων ὁ λαλήσας τῷ Μωϋσῇ καὶ εἰπών· »ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ τὸ ὄνομα τοῦ θεοῦ οὐκ ἐδήλωσα αὐτοῖς« —οὕτως γὰρ θέλουσι γεγράφθαι —,τουτέστι τοῦ ἀρρήτου τῆς ὀγδοάδος ἄρχοντος θεοῦ.