Ancient Greek · ~1 min
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ. >, Chapter 26
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 26.1
Not analysed yet
Ἡσίοδος δὲ ὁ ποιητὴς καὶ αὐτὸς περὶ φύσεως οὔτω λέγει ἀκηκοέναι παρὰ Μουσῶν· Διὸς δὲ εἶναι τὰς Μούσας θυ· γατέρας. ἐννέα γὰρ νύκτας ὁμοῦ καὶ ἡμέρας δι᾿ ὑπερβολὴν ἐπιθυμίας ἀδιαλείπτως συνευνηθέντος τῇ Μμημοσύνῃ τοῦ Διός, ἐννέα ταύτας τὴν Μνημοσύνην συλλαβεῖν ἐν μιᾷ γαστρί, ἐφ᾿ ἑκάστης νυκτὸς ὑποδεξαμένην μίαν.