Ancient Greek · ~6 min
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ. >, Chapter 26
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 26.2
Not analysed yet
καλέσας οὗν τὰς ἐννέα Μούσας ἀπὸ τῆς Πιερίας, τουτέστιν ἀπὸ τοῦ Ολύμπου, διδαχθῆναι παρεκάλει, 108 ὡς τὰ πρώτα θεοὶ καὶ γαῖα γένοντο καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος οἶδμά τε πόντου 110 ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν, 112 ὡς στέφανον δάσσαντο καὶ ὡς τιμὰς διέλοντο, ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον. ταῦτά μοι Μοῦσαι, φησίν, ἔσπετ᾿ 115 ἐξ ἀρχῆς καὶ ἔπειτα ὅ τι περ πρῶτον γένετ᾿ αὐτῶν. ἤτοι μὲν γὰρ πρώτιστα Χάος γένετ᾿, αὐτὰρ ἔπειτα Γαῖα εὐρύστερνος πάντων ἕδος ἀσφαλὲς αἰεὶ ἀθανάτων, οἵ ἔχουσι κάρην νιφόεντος Ὀλύμπου, Τάρταρά τ᾿ ἠνεμόεντα μυχῷ χθονὸς εὐρυοδείης 120 ἠδ᾿ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι λυσιμελὴς πάντων τε θεῶν πάντων τ’ ἀνθρώπων δαμνᾶ τ’ ἐν στήθεσφι νόον καὶ ἐπίφρονα βουλήν. ἐκ Χάεος δ’ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο· 124 Νυκτὸς δ᾿ αὖτ’ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο· 126 Γαῖα δέ τοι πρώτη μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτοι, ὄφρα ἔῃ μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί. γείνατο δ᾿ οὔρεα μακρὰ θεὰ χαρίεντας ἐναύλους 130 Νυμφέων, αἳ ναίουσι κατ᾿ οὔρεα βησσήεντα. ἡ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θῦον, Πόντον ἄτερ φιλότητος ἐφιμέρου, αὐτὰρ ἔπειτα Οὐρανῶ εὐνηθεῖσα τέκ’ Ὠκεανὸν βαθυδίνην Κοῖόν τε Κρεῖόν θ’ Ὑπερίονά τ᾿ Ἰάπετόν τε 135 Θείαν τε Ῥεῖάν τε Θέμιν τε Μνημοσύνην τε, Φοίβην τε) χρυσοστέφανον Τηθύν τ’ ἐρατεινήν· τοὺς δὲ μεθ’ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης, δεινότατος παίδων, θαλερὸν δ᾿ ἤχθηρε τοκῆα. 139 γείνατο δ᾿ αὖ Κύκλωπας, ὑπέρβιον ἠτορ ἔχοντας. καὶ τοὺς ἄλλους πάντας ἀπὸ τοῦ Κρόνου καταριθμεῖ Γίγαντας. ὕστερον δέ που ἐκ τῆς Ῥέας γεγονέναι τὸν Δία.