Ancient Greek · ~3 min
26.1 to 26.3
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 26.1-4-3
Not analysed yet
Ἠλθεν οὖν τὸ εὐαγγέλιον πρῶτον ἀπὸ τῆς υἱότητος, φησίν, διὰ τοῦ παρακαθημένου τῷ ἄρχοντι υἱοῦ τὸ] πρὸς τὸν ἄρχοντα, καὶ ἔμαθεν ὁ ἄρχων, ὅτι οὐκ ἦν θεὸς τῶν ὅλων, ἀλλ᾿ ἦν γεννητὸς καὶ ἔχων αὐτοῦ ὑπεράνω #x003E; τοῦ ἀρρήτου καὶ κατονομάστου οὐκ ὄντος καὶ τῆς υἱότητος κατακείμενον θησαυρόν, καὶ ἐπέστρεψε καὶ ἐφοβήθη, συνιεὶς ἐν οἴᾳ ἦν ἀγνοίᾳ. τοῦτό ἐστι, φησίν, τὸ εἰρημένον· ἀρχὴ σοφίας φόβος κυρίου«. ἤρξατο γὰρ σοφίζεσθαι κατηχούμενος ὑπὸ τοῦ παρακαθημένου Χριστοῦ, διδασκόμενος τίς έστιν ὁ οὐκ ὤν, τίς ἡ υἱότη̣ς, τί τὸ ἅγιον πνεῦμα, τίς ἡ τῶν ὅλων κατασκευή, ποῦ ταῦτα ἀποκατασταθήσεται· αὕτη ἐστὶν ἡ σοφία <ἡ> ἐν μυστηρίῳ λεγομένη. περὶ ἡς, φησίν, ἡ γραφὴ λέγει· »οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος‘. κατηχηθεὶς οὐν, φησίν, ὀ ἄρχων καὶ διδαχθεὶς καὶ φοβηθεὶς ἐξωμολογήσατο περὶ ἁμαρτίας. ἧς ἐποίησε μεγαλύνων ἑαυτόν.