Ancient Greek
ΒΙΒΛΟΝ Ζ, Chapter 26
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 26.4
Not analysed yet
τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· »τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου ἐγὼ γινώσκν, ὑπὲρ ταύτης ἐξομολογήσομαι εἰς τὸν αἰῶναι«. ἐπεὶ οὐν κατήχητο μὲν ὀ μέγας ἄρχων, κατήχητο δὲ καὶ δεδίδακτο πᾶσα ἡ τῆς ὀγδοάδος κτίσις καὶ ἐγνωρίσθη τοῖς ἐπουρανίοις τὸ μυστήριον, ἔδει λοιπὸν καὶ ἐπὶ τὴν ἑβδομάδα ἐλθεῖν τὸ εὐαγγέλιον, ἴνα καὶ ὁ τῆς ἑβδομάδος παραπλησίως ἄρχων διδαχθῇ καὶ εὐαγγελισθήσεται.