Ancient Greek · ~7 min
26.12 to 26.17
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 26.12-17
Not analysed yet
μένουσι δὲ οὐκ ἀεὶ ἐπὶ τῶν τόπων τῶν αὐτῶν, ἀλλ᾿ οἱονεὶ ἐν χορῷ κυκλικῷ ἐμπεριέρχονται, όλλáσσοντες τόπον ἐκ τόπου καὶ παραχωροῦντες ἐν χρόνοις καὶ διαστήμασι τοὺς τόπους τεταγμένως ἑαυτοῖς. ὅταν δὲ ἐπικρατῇ τῶν τόπων τόπων ὀ Φεισών, λιμός, στενοχωρία, θλῖψις ἐν ἐκείνῳ τῶ μέρει τῆς γῆς γίνεται· θειδωλὸν γὰρ τὸ παράταγμα τῶν ἀrγέλων τούτων. ὁμοίως καὶ ἑκάστου μέροὺς τῶν τεσσάρων κατὰ τὴν ἐκάστου δύναμιν καὶ φύσιν κακοὶ καιροὶ καὶ νόσων <συ>στάσεις· καὶ τοῦτο εἰσαεὶ κατὰ τὴν τῶν τεταρτημορίων ὡσπερεὶ ποταμῶν ῥεῦμα κακίας κατὰ θέλησιν τῆς Ἐδὲμ ἀδιαλείπτως τὸν κόσμον περιέρχεται. γέγονε δὲ ἡ τῆς κακίας ἀνάγκη ἐκ τοιαύτης τινὸς αἐτίας· κατασκευάσας καὶ δημιουργήσας Ἐλωεὶμ ἐκ κοινῆς εὐαρεστήσεως τὸν κόσμον, ἀναβῆσαι ἡθέλησεν εἰς τὰ ὑψηλὰ μέρη τοῦ οὐρανοῦ καὶ θεάσασθαι, μή τι γέγονε τῶν κατὰ τὴν κτίσιν ἐνδεῶς, συμπαραλαβὼν τοὺς ἐδίους ἀγγέλοις μετ’ αὐτοῦ, ὴν γὰρ ἀνωφερής, καταλιπὼν τὴν ἑδὲμ κἀτω· γῆ γὰρ οὖσα ἐπακολουθεῖν ἄνω τῷ συζύγῳ οὐκ ἠθέλησεςν. ἐλθὼν οὖν ὁ Ἐλωεὶμ ἐπὶ τὸ πέρας ἄνω τοῦ οὐρανοῦ καὶ θεασάμενος φῶς κρεῖττουν ὑπὲρ ὸ̀ αὐτὸς ἐδημιούργησεν εἰπεν · »ἀνοίξατέ μοι πύλας, ἴνα εἰσελθὼν ἐξομολογήσωμαι τῷ κυρίῳ· ἐόόκουν γὰρ ἐγὼ κύριος εῖιναι· «φωνὴ αὐτῶ̣ ἀπὸ τοῦ φωτὸς ἐδόθη λἐγουσα· αὕτη ὴ πύλη τοῦ κυρίου, δίκοιαι ἐσέρχονται δι᾿ ούτῆδ«· καὶ ἀνεῴχθη παραχρῆμα ἡ πύλη, καὶ εὶδῆθεν ὁ πατὴρ όίχα τῶν ἀγrέλων πρὸς τὸν ἀγαθὸν καὶ εἶδεν, »ἅ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὑς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη«. τότε λέγει αὐτῶ̣ ό ἀγαθός· »κάθου ἐκ δεξιῶν μου«. ὁ δὲ πατὴρ λέγει πρὸς τὸν ἀγαθόν· »ἔασόν με κύριε καταστρέψαι τὸν κόσμον, ὂν πεποίηκα· τὸ πνεῦμα γάρ μου ἐνδέσεται εἰς τοὺς ἀνθρώτπους, καὶ θέλω αὐτὸ ἀπολαβεῖν«.