Ancient Greek · ~3 min
26.18 to 26.20
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 26.18-20
Not analysed yet
τότε λέγει λέγει ὁ ἀγαθός· »οὐδέν δύνασαι κακοποιῆσαι παρ᾿ ἐμοὶ γενόμενος· ἐκ κοινῆς γὰρ εύσρεστήσεως ἐποιήσατε τὸν κόσμον σύ τε καὶ ἡ Ἐδέμ. ἔασον οὖν τὴν ᾿Εδὲμ τὴν τὴν κτίσιν μέχρι βούλεται· σὺ δὲ μένε παρ’ ἐμοί«. τότε γνοῦσα ἡ ᾿Εδὲμ ὅτι καταλέλειπται ὑπὸ τοῦ Ἐλωείμ, λυπηθεῖσα παρέστησεν αὑτῇ τοὺς έδίους ἀγγέλους καὶ εὐπρεπῶς ἐκόσμησεν έκόσμησεν εἴ πως εἰς ἐπιθυμίαν ἐλθών ὁ Ἐλωεὶμ κατέλθῃ πρὸς αὐτήν. ὡς δὲ κρατηθείς τῷ ἀγαθῷ ὁ Ἐλωεὶμ καὶ] οὐκέτι κατῆλθε πρὸς τὴν ᾿Εδέμ. προσέταξεν ἡ ᾿Εδέμ τῇ Βάβελ, ἥτις ἐστὶν Ἀφροδίτη, μοιχείας καὶ χωρισμοὺς μάμων κατασκευάσαι ἐν ἀνθρώποις, ἵνα ὡς αὐτὴ κεχώρισται ἀπὸ τοῦ ᾿Ελωείμ, οὑτω καὶ τὸ <πνεῦμα> τοῦ Ἐλωεὶμ τὸ ὂν ἐν τοῖς χωρισμοῖς τοῖς τοιούτοις βασανίξηται λυπούμενον καὶ πάσχῃ τὰ αὐτὰ ὁποῖα καὶ ἡ Ἐδὲμ καταλελειμμέναι.