Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 26
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 26.3-3
Not analysed yet
δεῖ γάρ, φησί, τὰς φιληδόνους φυχάς, ὡς ό Πλάτων λέγει, ἐὰν ἐν ἀνθρώπου πάθει γενόμεναι μὴ φιλοσοφήσωσι, διὰ πάντων ζῴων ξῴων καὶ φυτῶν πάλιν εἰς ἀνθρώπινον σῶμα, καὶ ἐὰν μὲν φιλοσοφήσῃ κατὰ τὸ αὐτὸ τρίς, εἰς τὴν τοῦ συννόμου ἄστρου φύσιν ἀνελθεῖν, ἐὰν δὲ μὴ φιλοσοφήσῃ, πάλιν ἐπὶ τὰ αὐτά. δύνασθαι οὐν φησί ποτε τὴν ψυχὴν καὶ θνητὴν γενέσθαι, ἐὰν ὑπὸ τῶν ᾿Εριννύων κρατῆται, τουτέστι τῶν παθῶν, καὶ ἀθάνατον, ἐὰν τὰς Ἑριννῦς ἐκφύγῃ, ἅ ἐστι πάθη.