Ancient Greek
ΒΙΒΛΟΝ Ζ, Chapter 26
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 26.6-2
Not analysed yet
ἐπεὶ οὖν καὶ τὰ ἐν τῇ ἑβδομάδι πάντα πεφώτιστο καὶ διήγγελτο τὸ εὐαγγέλιον αὐτοῖς —κτίσεις γάρ εἰσι κατ᾿ αὐτὰ τὰ διαστήματα καὶ] κατ᾿ αὐτοὺς απειροι καὶ ἀρχαὶ καὶ δυνάμεις καὶ ἐξουσίαι, περὶ ὧν μακρός ἐστι κατ’ αὐτοὺς πάνυ λόγος λεγόμενος διὰ πολλῶν, ἔνθα καὶ τριακοσίους ἑξήκοντα πέντε οὐρανοὺς φάσκουσι, καὶ τὸν μέγαν ἄρχοντα αὐτῶν εἶναι τὸν Ἁβρασὰξ διὰ τὸ περιέχειν τὸ ὄνομα αὐτοῦ ψῆφον τξε, ὡς δὴ τοῦ ὀνόματος τὴν ψῆφον περιέχειν πάντα, καὶ διὰ τοῦτο τὸν ἐνιαυτὸν τοσαύταις ἡμέραις συνεστάναι —·