Ancient Greek · ~1 min
ΒΙΒΛΟΝ Ζ, Chapter 26
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 26.5-2
Not analysed yet
ἐπέλαμψεν #x003E; ὁ υἱὸς τοῦ μεγάλου ἄρχοντος τῷ υἱῷ τοῦ ἄρχοντος τῆς ἑβδομάδος τὸ φῶς. ὃ εἶχεν ἄψας αὐτὸς ἄνωθεν ἀπὸ τῆς υἱότητος, καὶ ἐφωτίσθη ὁ υἱὸς τοῦ ἄρχοντος τῆς ἑβδομάδος, καὶ εὐηγγελίσατο τὸ εὐαγγέλιον τῷ ἄρχοντι τῆς ἑβδομάδος, καὶ ὁμοίως κατὰ τὸν πρῶτον λόγον καὶ αὐτὸς ἐφοβήθη καὶ ἐξωμολογήσατο.