Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 27
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 27.1-3
Not analysed yet
Ὅταν οὗν ἔλθῃ, φησί, πὰσα υἱότης καὶ ἔσται ὑπὲρ τὸ μεθόῥίον, |τὸ πνεῦμα, τότε ἐλεηθήσεται ἡ κτίσις· στένει γὰρ μέχρι τοῦ f. ν νῦν καὶ βασανίζεται καὶ μένει τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ, ἴνα πάντες ἀνέλθωσιν ἐντεῦθεν οἱ τῆς υἱότητος ἄνθρωποι· ἐπειδὰν #x003E; γένηται τοῦτο ἐπάξει, φησίν, ὁ θεὸς ἐπὶ τὸν κόσμον ὅλον τὴν μεγάλην ἄγνοιαν, ἵνα μένῃ πάντα κατὰ φύσιν καὶ μηδὲν μηδενὸς τῶν παρὰ φύσιν ἐπιθυ<μήσῃ>.