Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 27
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 27.2-2
Not analysed yet
ἀλλὰ γὰρ πᾶσαι αἱ ψυχαὶ τούτου τοῦ ἅσαι φύσιν ἔχουσιν ἐν τούτῳ ἀθάνατοι διαμένειν μόνῳ, μενοῦσιν οὐδὲν ἐπιστάμεναι τούτου τοῦ διαστήματος διάφορον #x003E; βέλτιον, οὐδὲ ἀκοή τις ἔσται τῶν ὑπερκειμένων ἐν τοῖς ὑποκειμένοις οὐδὲ γνῶσις. ἵνα μὴ τῶν ἀδυνάτων αἱ ὐποκείμεναι ψυχαὶ ὀρεγόμεναι βασανίζωνται, καθάπερ ἰχθὺς ἐπιθυμήσας ἐν τοῖς ὄρεσι μετὰ τῶν προβάτων νέμεσθαι· ἐγένετο <γὰρ> ἄν. φησίν, αὐτοῖς ἡ τοιαύτη ἐπιθυμία φθορά.