Ancient Greek · ~3 min
27.11 to 27.13
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 27.11-13
Not analysed yet
ἀπεκαθάρθη δὲ ἡ υἰότης ἡ τρίτη δι᾿ αὐτοῦ, ἡ ἐγκαταλελειμμένη πρὸς τὸ εὐεργετεῖν καὶ εὐεργετεῖσθαι, καὶ ἀνῆλθε πρὸς τὴν μακαρίαν υἱότητα διὰ πάντων τούτων διελθοῦσα. ὅλη γὰρ αὐτῶν ἡ ὑπόθεσις σύγχυσις οἱονεὶ πανσπερμίας καὶ φυλοκρίνησις καὶ ἀποκατάστασις τῶν συγκεχυμένων εἰς τὰ οἰκεῖα. τῆς οὐν φυλοκρινήσεως ἀπαρχὴ γέγονεν ὁ Ἰησοῦς, καὶ τὸ πάθος οὐκ ἄλλου τινὸς χάριν γέγονεν <ἤ> ὑπὲρ τοῦ φυλοκρινηθῆναι τὰ τούτῳ γὰρ τῷ τρόπῳ φησὶν ὅλην τὴν υἱότητα τὴν καταλελειμμένην εἰς τὴν ἀμορφίαν πρὸς τὸ εὐεργετεῖν καὶ εὐεργετεῖσθαι δεῖν φυλοκρινηθῆναι, ᾠ τρόπῳ καὶ ὁ Ἰησοῦς πεφυλοκρίνηται. ταῦτα μὲν οὐν ἐστιν ἃ καὶ Βασιλείδης μυθεύει σχολάσας κατὰ τὴν Αἴγυπτον, καὶ παρ᾿ αὐτῶν τὴν τοσαύτην σοφίαν διδαχθεὶς ἐκαρποφόρησε τοιούτους καρπούς.