Ancient Greek · ~6 min
28.1 to 28.6
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 28.1-4-6
Not analysed yet
Σατορνεῖλος δέ τις συνακμάσας τῷ Βασιλείδῃ κατὰ τὸν αὐτὸν χρόνον, διατρίψας δὲ ἐν Ἀντιοχείᾳ τῆς Συρίας. ἐδογμάτισε τοιαῦτα ὁποῖα καὶ Μένανδρος. λέγει δὲ ἕνα πατέρα ἄγνωστον τοῖς πᾶσιν ὑπάρχειν, [τοῦ]τὸν ποιήσαντα ἀγγέους, ἀρχαγγέλους, ἐξουσίας. ἀπὸ δὲ ἑπτά τινων ἀγγέλων τὸν κόσμον γεγενησθαι καὶ πάντα τὰ ἐν αὐτῷ, καὶ τὸν ἄνθρωπον δὲ ἀγγέλων εἶναι ποίημα, ἄνωθεν ἀπὸ τῆς αὐθεντίας φωτεινῆς εἰκόνος ἐπιφανείσης, ἣν κατασχεῖν μὴ δυνηθέντες διὰ τὸ παραχρῆμα, φησίν, ἀναδραμεῖν ἄων[θεν], ἐκέλευσαν ἑαυτοῖς λέγοντες· »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα κοὶ καθ’ ὁμοίωσιν«· οὗ γενομένου, φησίν, καὶ <μὴ> δυναμένου τοῦ πλάσματος διὰ τὸ ἀδρανὲς τῶν ἀγγέλων, ἀλλὰ ὡς σκώληκος σκαρίζοντος, οἰκτείρασα αὐτὸν ἡ ἄνω δύναμις διὰ τὸ ἐν ὁμοιώματι αὐτῆς γεγονέναι, ἔπεμψε σπινθῆρα ςωῆς, ὃς διήγειρε τὸν ἄνθρωπον καὶ ζῆν ἐποίησε. τοῦτον οὐν τὸν σπινθῆρα τῆς ζωῆς μετὰ τὴν τελευτὴν ἀνατρέχειν πρὸς τὰ ὁμόφυλα λέγει, καὶ τὰ λοιπά, ἐξ ὡν ἐγένετο, εἰς ἐκεῖνα ἀναλύεσθαι. τὸν δὲ σωτῆρα ἀγέννητον υπέθετο καὶ ἀσώματον καὶ ἀνείδεον, δοκήσει δὲ ἐπιπεφηνέναι ἄνθρωπον. καὶ τὸν τῶν Ἰουδαίων θεὸν ἕνα τῶν ἀγγέλων εἶναί φησι, καὶ διὰ τοῦ] τὸ βούλεσθαι τὸν πατέρα καταλῦσαι πάντας τοὺς ἄρχοντας, παραγενέσθαι τὸν Χριστὸν ἐπὶ καταλύσει τοῦ τῶν Ἰουδαίων θεοῦ καὶ ἐπὶ σωτηρίᾳ τῶν πειθομένων αὐτῷ· εἶναι δὲ τούτους <τοὺς> ἔχοντας σπινθῆρα τῆς ζωῆς ἐν αὐτοῖς. δύο γὰρ γένη τῶν ἀνθρώπων ὑπὸ τῶν ἀγγέλων πεπλάσθαι ἔφν, τὸ μὲν πονηρόν, τὸ δὲ ἀγαθόν, καὶ ἐπειδὴ οἱ δαίμονες τοῖς πονηροῖς ἐβοήθουν, ἐληλυθέναι τὸν σωτῆρα ἐπὶ καταλύσει τῶν φαύλων ἀνθρώπων καὶ δαιμόνων, ἐπὶ σωτηρίᾳ δὲ τῶν ἀγαθῶν.