Ancient Greek
ΒΙΒΛΟΝ Ζ, Chapter 27
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 27.7
Not analysed yet
Ἵνα δὲ μηδὲν τῶν κατ᾿ αὐτοὺς παραλείπωμεν. ὅσα καὶ περὶ εὐαγγελίου λέγουσιν ἐκθήσομαι. εὐαγγέλιόν ἐστι κατ᾿ αὐτοὺς ἡ τῶν ὑπερκοσμίων γνῶσις, ὡς δεδήλωται, ἣν ὁ μέγας ἄρχων οὐκ ἠπίστατο. ὡς οὖν ἐδηλώθη αὐτῷ, ὅτι καὶ τὸ πνεῦμα ἅγιόν ἐστι, τουτέστι τὸ μεθόριον, καὶ ἡ υἱότης καὶ θεὸς ὁ τούτων αἴτιος πάντων ὁ οὐκ ὤν. ἐχάρη ἐπὶ τοῖς λεχθεῖσι καὶ ἠγαλλιάσατο· τοῦτ᾿ ἔστι κατ᾿ αὐτοὺς τὸ εὐαγγέλιον.