Ancient Greek
27.3 to 27.6
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 27.3-2-6
Not analysed yet
ἔστιν οὖν, φησίν, ἄφθαρτα πάντα τὰ κατὰ χώραν μένοντα, φθαρτὰ δέ, ἐὰν ἐκ τῶν κατὰ φύσιν ὑπερπηδᾶν καὶ ὑπερβαίνειν βούλοιντο. οὕτως οὐδὲν ὁ ἄρχων τῆς ἑβδομάδος γνώσεται τῶν ὑπερκειμένων· καταλήψεται γὰρ καὶ τοῦτον ἡ μεγάλη ἄγνοια, ἵνα ἀποστῇ ἀπ᾿ αὐτοῦ »λύπη καὶ ὀδύνη καὶ στεναγμός«· ἐπιθυμήσει γάρ οὐδενὸς τῶν ἀδυνάτων οὐδὲ λυπηθήσεται. καταλήψεται δὲ ὁμοίως καὶ τὸν μέγαν ἄρχοντα τῆς ὀγδοάδος ἡ ἄγνοια αὕτη καὶ πάσας τὰς ὑποκειμένας αὐτῷ κτίσεις παραπλησίως, ὅνα μηδὲν κατὰ μηδὲν ὀρέγηται τῶν παρὰ φύσιν τινὸς μηδὲ ὀδυνῆται· καὶ οὕτως ἡ ἀποκατάστασις ἔσται πάντων κατὰ φύσιν τεθεμελιωμένων μὲν ἐν τῷ σπέρματι τῶν ὅλων ἐν ἀρχῇ, ἀποκατασταθησομένων δὲ καιροῖς ἰδίοις. ὅτι δέ, φησίν, ἕκαστον ἰδίους ἔχει καιρούς, ἱκανὸς ὁ σωτὴρ λέγων· »οὔπω ἥκει ἡ ὥρα μου«, καὶ οἱ μάγοι τὸν ἀστέρα τεθεαμένοι· ἠν γάρ, φησί, καὶ αὐτὸς ὑπὸ γένεσιν ἀστέρων καὶ ὥραν ἀποκαταστάσεως ἐν τῷ μεγάλῳ προλελογισμένος σωρῷ. οὑτός ἐστιν ὁ κατ᾿ αὐτοὺς νενοημένος ἴσω ἄνθρωπος πνευματικὸς ἐν τῷ ψυχικῷ —ὅ ἐστιν υἱότης ἐνταῦθα ἀπολιποῦσα τὴν ψυχήν, οὐ θνητὴν ἀλλὰ αὐτοῦ μένουσαν κατὰ φύσιν, ᾖπερ ἄνω λέλοιπεν ἡ πρώτη υἱότης τὸ ἄγιον πνεῦμα τὸ μεθόριον ἐν οἰκείῳ τόπῳ —,ἰδίαν τότε περιβεβλημένος ψυχήν.