Ancient Greek · ~1 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 28
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 28.7
Not analysed yet
πολὺ μὲν οὖν τυγχάνει τὸ σκότος· λέγει γὰρ ἀδύνατον τὰ θεῖα ὁρᾶν θνητὴν φύσιν, ἱκανὸν γὰρ τὸ ὁμιλεῖν. κατακλίνας δὲ τὸν παῖδα πρηνῆ καὶ δύο τῶν γραμματιδίων ἐκείνων, ἅπερ ἦν ἐγγεγραμμένα Ἑβραϊκοῖς δῆθεν γράμμασιν ὡς δαιμόνων ὀνόματα, πλευρᾷ παραθεὶς ἑκατέρα τὰ λοιπὰ τοῖς ὠσὶν ἐνθήσειν λέγει.