Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 28
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 28.8
Not analysed yet
ἔστι δὲ τοῦτο αὐτὸ ἀναγκαῖον, ἵνα τι παραθῇ τοῖς ὠσὶ τοῦ παιδὸς ὄργανον, δι᾿ οὗ πάν ἔστι σημᾶναι θέλοντα· ἠχεῖ οὖν τὸ πρῶτον ἴνα φοβηθῇ ὁ παῖς, καὶ δεύτερόν τι βομβεῖ, ἔπειτα τὸ τρίτον λαλεῖ διὰ τοῦ ὀργάνου, ἃ λέγειν τὸν παῖδα βούλεται, καὶ τὴν ἔκβασιν τοῦ πράγματος ὡς δοκεῖ. εἶτα τοὺς μὲν παρόντας ἡσυχάζειν ποιεῖ, τὸν δὲ ἃ παρὰ τῶν δαιμόνων ἤκουσε σημαίνειν ἀξιοῖ.