Ancient Greek · ~3 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 29
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 29
Not analysed yet
Ἕτεροι δέ τινες ὡς καινόν τι παρεισάγοντες ἐκ πασῶν αἱρέσεων ἐρανισάμενοι. ξένην βίβλον σκευάσαντες Ἠλχασαΐ ἐπονομαζομένην, οὗτοι τὰς μὲν ἀρχὰς τοῦ παντὸς ὁμοίως ὁμολογοῦσιν ὑπὸ τοῦ θεοῦ γεγονέναι. Χριστὸν δὲ δὲ ἕνα οὐχ ὁμολογοῦσιν, ἀλλ’ εἶναι τὸν μὲν ἂνω ἕνα, αὐτὸν δὲ μεταγγιζόμενον ἐν σώμασι πολλοῖς πολλάκις καὶ νῦν δὲ ἐν τῷ Ἰησοῦ, ὁμοίως (π)οτὲ μὲν ἐκ τοῦ θεοῦ γεγενῆσθαι, ποτὲ δὲ πνεῦμα γεγονέναι, ποτὲ δὲ ἐκ παρθένου, ποτὲ δὲ οἱ· καὶ τοῦτον δὲ μετέπειτα ἀεὶ ἐν σώμασι μεταγγίζεσθαι καὶ ἐν πολλοῖς κατὰ καιροὺς δείκνυσθαι. χρῶνται δὲ ἐπα(οι)δαῖς καὶ βαπτίσμασιν ἐπὶ τῇ τῶν στοιχείων ὁμολογίᾳ. σεσόβηνται δὲ περὶ (ἀστρ)ολογίαν καὶ μαθηματικὴν καὶ μαγικήν. προγνωστικοὺς δὲ λέγουσιν.