Ancient Greek
ΒΙΒΛΟΝ Ζ, Chapter 29
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 29.14
Not analysed yet
τοιοῦτόν τι καὶ κάλλιστον εἶδος τοῦ κόσμου ἠ φιλία ἐκ πολλῶν ἓν ἀπεργάζεται· τὸ δὲ νεῖκος, τὸ τῆς τῶν κατὰ μέρος διακοσμήσεως αἴτιον, ἐξ ἑνὸς ἐκείνου ἀποσπᾷ καὶ ἀπεργάζεται πολλά. καὶ τοῦτό ἐστιν ὃ λέγει περὶ τῆς ἑαυτοῦ γεννήσεως ὁ ἐμπεδοκλῆς· τῶν καὶ ἐγὼ <νῦν> εἰμι φυγὰς θεόθεν καὶ τουτέστι θεὸν καλῶν τὸ ἒν καὶ τὴν ἐκείνου ἑνότητα, ἐν ᾠ ἦν πρὶν ὑπὸ τοῦ νείκους ἀποσπασθῆναι καὶ γενέσθαι ἐν τοῖς πολλοῖς τούτοις τοῖς κατὰ τὴν τοῦ νείκους διακόσμησιν·