Ancient Greek
29.11 to 29.13
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 29.11-13
Not analysed yet
ὅταν μὲν γὰρ ἀποθάνῃ ταῦ]τὰ ὑπὸ τοῦ νείκους γινόμενα, παραλαμβάνουσα αὐτὰ ἡ φιλία προσάγει καὶ προστίθησι καὶ προσοικειοῖ τῷ παντί, ἴνα μένῃ τὸ πᾶν ἕν ὑπὸ τῆς φιλίας ἀεὶ διακοσμούμενον μονοτρόπως καὶ μονοειδῶς. ὅταν δὲ ἡ φιλία ἐκ πολλῶν ποιήσῃ τὸ ἒν καὶ τὰ διεσπασμένα προσοικειώσῃ τῷ ἑνί, πάλιν τὸ νεῖκος ἀπὸ τοῦ ἑνὸς ἀποσπᾷ καὶ ποιεῖ πολλά, τουτέστι πῦρ, ὕδωρ, γῆν, ἀέρα, τὰ ἐκ τούτων γεννώμενα ζῷα καὶ φυτὰ καὶ ὅσα μέρη τοῦ κόσμου κατανοοῦμεν. καὶ περὶ μὲν τῆς τοῦ κόσμου ἰδέας, ὁποία τίς ἐστιν ὑπὸ τῆς φιλίας κοσμουμένη, λέγει τοιοῦτόν τινα τρόπον· οὐ γὰρ ἀπὸ νώτοιο δύο κλάδοι ἀίσσονται, οὐ πόδες, οὐ θοὰ γούνατ᾿, οὐ μήδεα γεννήεντα, ἀλλὰ σφαῖρος ἕην καὶ †ἶσος ἐστὶν αὐτῷ.