Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 29
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 29.21
Not analysed yet
γαῖα δ᾿ ἐς αὐγὰς ἠελίου φαέθοντος, ὁ δ᾿ αἰθέρος ἔμβαλε δίναις· ἄλλος <δ᾿> ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ μισουμένας οὐν τὰς Ψυχὰς καὶ βασανιζομένας καὶ κολαζομένας ἐν τῷδε τῷ κόσμῳ κατὰ τὸν Ἐμπεδοκλέα συνάγει ἡ φιλία, ἀγαθή τις οὐσα καὶ κατοικτείρουσα τὸν στεναγμὸν οὐτῶν καὶ τὴν ἄτακτον καὶ πονηρὰν τοῦ νείκους τοῦ μαινομένου κατασκευὴν καὶ ἐξάγειν κατ’ ὀλίγον ἐκ τοῦ κόσμου καὶ προσοικειοῦν τῷ ἑνὶ σπεύδουσα καὶ κοπιῶσα.