Ancient Greek
ΒΙΒΛΟΝ Ζ, Chapter 29
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 29.22
Not analysed yet
ὅπως τὰ πάντα εἰς τὴν ἑνότητα καταντήσῃ ὑπ’ αὐτῆς ἀγόμενα. διὰ τὴν τοιαύτην οὖν τοῦ ὀλεθρίου νείκους διακόσμησιν τοῦδε τοῦ μεμε- πισμένου κόσμου πάντων ἐμψύχων ὁ Ἐμπεδοκλῆς τοὺς ἑαυτοῦ μαθητὰς ἀπέχεσθαι παρακαλεῖ· εἶναι γάρ φησι τὰ σώματα τῶν ζῴων τὰ ἐσθιόμενα ψυχῶν κεκολασμένων οἰκητήρια· καὶ ἐγκρατεῖς εἶναι τοὺς τῶν τοιούτων λόγων ἀκροωμένους τῆς πρὸς γυναῖκα ὁμιλίας διδάσκει, ἴνα μὴ συνεργάζωνται καὶ συνεπιλαμβάνωνται τῶν ἔργων, ὡν δημιουργεῖ τὸ νεῖκος, τὸ τῆς φιλίας ἔργον λύον ἀεὶ καὶ διασπῶν.