Ancient Greek
ΒΙΒΛΟΝ Ζ, Chapter 29
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 29.23
Not analysed yet
τοῦτον εὶναί φησιν ὁ Ἐμπεδοκλῆς νόμον μέγιστον τῆς τοῦ παντὸς διοικήσεως, λέγων ὧδέ πως· ἔστιν ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν, ἀίδιον, πλατέεσσι κατεσφρηγισμένον ὅρκοις, ἀνάγκην καλῶν τὴν ἐξ ἑνὸς εἰς πολλὰ κατὰ τὸ νεῖκος καὶ ἐκ πολλῶν εἰς ἔν κατὰ τὴν φιλίαν μεταβολήν· θεοὺς δέ, ὡς ἔφην, τέσσαρας μὲν θνητούς, πῦρ, ὕδωρ, γῆν, ἀέρα, δύο δὲ ἀθανάτους, ἀγενήτους, πολεμίους ἑαυτοῖς διὰ παντός, τὸ νεῖκος καὶ τὴν φιλίαν·