Ancient Greek · ~3 min
3.1 to 3.3
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 3.1-3
Not analysed yet
Ἀρχὴ μὲν οὖν καὶ ὥσπερ θεμέλιός ἐστι στήσαι τὸν ὡροσκόπον. ἀπὸ τούτου γὰρ τὰ λοιπὰ τῶν κέντρων λαμβάνεται, τά τε ἀποκλίματα καὶ αἱ ἐπαναφοραὶ τὰ τε τρίγωνα καὶ <τὰ> τετράγωνα καὶ οἱ καὶ αὐτὰ σχηματισμοὶ τῶν ἀστέρων, ἀπὸ δὲ πάντων τούτων αἱ προαγορείσείς. ὅθεν ἀναιρεθέντος τοῦ ὡροσκόπου κατὰ ἀνάγκην οὐδὲ τὸ μεσουρανοῦν <ἢ δῦνον ἢ ἀντιμεσουρανοῦν> ἐστι γνώριμον ἀκαταληπτουμένων δὲ τούτων συναφανίζεται πᾶσα <ἡ> Χαλδαϊκὴ μέθοδος. ὅτι δὲ ἀνεύρετον αὐτοῖς ἐστι τὸ ὡροσκοποῦν ζῴδιον, ποικίλως ἔστι διδάσκειν. ἴνα γὰρ τοῦτο καταληφθῇ, δεῖ πρῶτον μὲν τὴν γένεσιν τοῦ πίπτοντος ὑπὸ τὴν ἐπίσκεψιν βεβαίως κατειλῆφθαι, δεύτερον <δὲ> τὸ διασημαῖνον ταύτην ὡροσκόπιον <ἀπλανὲς> ὑπάρχειν, τρίτον δὲ τὴν ἀναφορὰν τοῦ ζῳδίου πρὸς ἀκρίβειαν συνῶφθαι.